Edipo e la sfinge - VERSIONE greco da GYMNASION

Edipo e la sfinge
versione di greco di Apollodoro traduzione dal libro gymnasion

Κρεοντος βασιλευοντος των Θηβαιων, ου μικρα συμφορα Θηβας κατειχεν.

Η γαρ Σφιγξ, η προσωπον μεν ην γυναικος, στηθος δε και ποδες και ουρα λεοντος και πτερυγες ορνιθος, επ' Ορος τι πλησιον Θηβων καθεζομενη, τοδε το αινιγμα τοις παρερχομενοις προυτεινεν· «Τι εστιν ο μιαν εχον φωνην, τετραπουν και διπουν και τριπουν γιγνεται; ». Και επει οι ερωτωμενοι ζητουντες τι το λεγομενον ενη ουχ ευρισκον, η Σφιγξ ηρπαζεν ενα και κατησθιεν.

Πολλων δε ηδη διαφθαρεντων, Οιδιπους, ο Λαιου υιος, πορευομενος ποτε παρα την της Σφιγγος πετραν και το αινιγμα ακουων ευθυς ελυεν, λεγων τον ανθρωπον ειναι· νηπιος γαρ ο ανθρωπος τετραπους εστιν, βαδιζων αμα τοις ποσι και ταις χερσιν, τελειουμενος δε διπους, τελος δε γηρων τριπους, τριτην προσλαμβανων βασιν τον βακτρον δια την ασθενειαν. Τοτε η μεν Σφιγξ απο της πετρας εαυτην ερριπτεν, Οιδιπους δε γερας την βασιλειαν παρελαμβανεν

Altre versioni presenti sul nostro sito con questo stesso titolo clicca qui

release check: 2020-07-13 22:34:09 - flow version _EXTP_H1