Nascita e giovinezza di Achille - Versione greco Apollodoro

Nascita e giovinezza di Achille - versione greco Apollodoro traduzione libro gymnasion

Ως εγεννησε Θετις εκ Πηλεως βρεφος, αθανατον θελουσα ποιησαι τουτο, κρυφα Πηλεως εις το πυρ εγκρυψασα της νυκτος εφθειρεν ο ην αυτω θνητον πατρωον, μεθ' ημεραν δε εχριεν αμβροσια.

Πηλευς δε, επιτηρησας και ασπαιροντα τον παιδα ιδων επι του πυρος, εβοησεν και Θετις, κωλυθεισα την προαιρεσιν τελειωσαι, νηπιον τον παιδα απολιπουσα, προς Νηρηιδας ωχετο.

Κομιζει δε τον παιδα προς Χειρωνα Πηλευς. Ο δε, λαβων αυτον, ετρεφε σπλαγχνοις λεοντων και συων αγριων και αρκτων μυελοις, και ωνομασεν Αχιλλεα. Ως δε εγενετο ενναετης Αχιλλευς, Καλχαντος λεγοντος ου δυνατον ειναι, χωρις αυτου Τροιαν αιρεθηναι, Θετις προειδυια οτι δει στρατευομενον αυτον αποθανειν, κρυψασα εσθητι γυναικεια, ως παρθενον εκομισε παρα τον Λυκομηδη εν Σκυρω.

Οδυσσευς δε, δολω χρησαμενος, τον Αχιλλεα ευρεν, ος συν τοις αλλοις ηρωσιν εις Τροιαν απηλθεν.

Il link sottostante contine la traduzione anche da altro libro greco antico

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-11-12 09:15:34