Cariclea visione divina e amante appassionata - Eliodoro versione greco

Cariclea visione divina e amante appassionata
VERSIONE DI GRECO di Eliodoro
TRADUZIONE dal libro n. p.

Ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλλον, καὶ "ποῦ ταῦτ' ἂν εἴη θεοῦ τὰ ἔργα, " λέγοντες "ποῦ δ' ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; " τολμᾶν ἑαυτοῖς παρεκελεύοντο καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν τῶν ἀληθῶν γνῶσιν. Ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι· καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτοὺς οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. Κτύπου δὲ περιηχήσαντος καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης ἀνένευσεν ἡ κόρη καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. Οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-01-15 22:42:20 - flow version _RPTC_G1.1