Esiodo - Lo scudo di Eracle testo greco e traduzione

Lo scudo di Eracle - Esiodo testo greco e traduzione

Ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν ἤλυθεν ἐς Θήβας μετ' ἀρήιον Ἀμφιτρύωνα Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος· ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων    5εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.

τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ' ἄπο κυανεάων τοῖον ἄηθ' οἷόν τε πολυχρύσου Ἀφροδίτης. ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,   10ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· ἦ μέν οἱ πατέρ' ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί· λιπὼν δ' ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους. ἔνθ' ὅ γε δώματ' ἔναιε σὺν αἰδοίῃ παρακοίτι   15νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.   20τὼς γάρ οἱ διέκειτο, θεοὶ δ' ἐπὶ μάρτυροι ἦσαν· τῶν ὅ γ' ὀπίζετο μῆνιν, ἐπείγετο δ' ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν. τῷ δ' ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,   25Λοκροί τ' ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι ἕσποντ'· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι. πατὴρ δ' ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τ' ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.   30ὦρτο δ' ἀπ' Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος· τάχα δ' ἷξε Τυφαόνιον· τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·   35αὐτῇ μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ' ἄρ' ἐέλδωρ· αὐτῇ δ' Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως, ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε, οὐδ' ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας   40ὦρτ' ἰέναι, πρίν γ' ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν. [ὡς δ' ὅτ' ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὑπ' ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότ' Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας   45ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. ] παννύχιος δ' ἄρ' ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,   50οὐκέθ' ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· τὸν μὲν χειρότερον, τὸν δ' αὖ μέγ' ἀμείνονα φῶτα δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην, τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, αὐτὰρ Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι·   55κεκριμένην γενεήν, τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.    Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὃν Ἄρη', ἄατον πολέμοιο,   60τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, ἑσταότ' ἐν δίφρῳ· χθόνα δ' ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφ' ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφ' ἅρμασι καὶ ποσὶν ἵππων· ἅρματα δ' εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον   65ἵππων ἱεμένων. κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δῃώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.   70πᾶν δ' ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπαὶ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ, πῦρ δ' ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γ' Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;   75[κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ] ὅς ῥα τόθ' ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·    "Ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τι μέγ' ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,   80ἤλιτεν Ἀμφιτρύων, ὅτ' ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθον, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ' εὐρυμετώπων· ἵκετο δ' ἐς Κρείοντα καὶ Ἡνιόχην τανύπεπλον, οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρματα πάντα παρεῖχον,   85ἣ δίκη ἔσθ' ἱκέτῃσι, τίον δ' ἄρα κηρόθι μᾶλλον. ζῶε δ' ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ· τάχα δ' ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθ' οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα, σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,   90ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας ᾤχετο τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος· ἦ που πολλὰ μετεστοναχίζετ' ὀπίσσω ἣν ἄτην ὀχέων· ἣ δ' οὐ παλινάγρετός ἐστιν. αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ' ἀέθλους.   95ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ' ἡνία φοινικόεντα ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος  100Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· ἦ μὴν καὶ κράτερός περ ἐὼν ἄαται πολέμοιο. "    Τὸν δ' αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος· "ἠθεῖ', ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,  105ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα, οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι. ἀλλ' ἄγε δύσεο τεύχε' ἀρήια, ὄφρα τάχιστα δίφρους ἐμπελάσαντες Ἄρηός θ' ἡμέτερόν τε  110μαρνώμεσθ', ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν οὐδ' Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο, οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο φυλόπιδα στήσειν, τά σφιν πολὺ φίλτερα θοίνης. "  115   Ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· "ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ ὑσμίνη τρηχεῖα· σὺ δ' ὡς πάρος ἦσθα δαΐφρων,  120ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν ὥς κε δύνηαι. "    Ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκε. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε  125καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ' ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους. θήκατο δ' ἀμφ' ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον, δεινὸς ἀνήρ· κοίλην δὲ περὶ στήθεσσι φαρέτρην  130κάββαλεν ἐξόπιθεν· πολλοὶ δ' ἔντοσθεν ὀιστοὶ ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες· πρόσθεν μὲν θάνατόν τ' εἶχον καὶ δάκρυσι μῦρον, μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.  135εἵλετο δ' ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ. κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην, ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥ τ' εἴρυτο κάρη Ἡρακλῆος θείοιο.    Χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ  140οὔτ' ἔρρηξε βαλὼν οὔτ' ἔθλασε, θαῦμα ἰδέσθαι. πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ' ἐλέφαντι ἠλέκτρῳ θ' ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ [λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο]. ἐν μέσσῳ δ' ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,  145ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς· τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκαθεόντων, δεινῶν, ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν  150οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. [τῶν καὶ ψυχαὶ μὲν χθόνα δύνουσ' Ἄιδος εἴσω αὐτῶν, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης Σειρίου ἀζαλέοιο κελαινῇ πύθεται αἴῃ. ]    Ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,  155ἐν δ' Ὅμαδός τε Φόνος τ' Ἀνδροκτασίη τε δεδήει, [ἐν δ' Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ' ὀλοὴ Κὴρ ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,  160δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ]    Ἐν δ' ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν, δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων [οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν]. τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο  165Ἀμφιτρυωνιάδης· τὰ δ' ἐδαίετο θαυματὰ ἔργα· στίγματα δ' ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσι· κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.    Ἐν δὲ συῶν ἀγέλαι χλούνων ἔσαν ἠδὲ λεόντων ἐς σφέας δερκομένων, κοτεόντων θ' ἱεμένων τε.  170τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν, οὐδέ νυ τώ γε οὐδέτεροι τρεέτην, φρῖσσόν γε μὲν αὐχένας ἄμφω. ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι δοιοί, ἀπουράμενοι ψυχάς· κατὰ δέ σφι κελαινὸν αἷμ' ἀπελείβετ' ἔραζ'· οἳ δ' αὐχένας ἐξεριπόντες  175κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν· τοὶ δ' ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.    Ἐν δ' ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων Καινέα τ' ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε  180Ὁπλέα τ' Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε Μόψον τ' Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε' ἔχοντες. Κένταυροι δ' ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο  185ἀμφὶ μέγαν Πετραῖον ἰδ' Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ' Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες  190ἔγχεσιν ἠδ' ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.    Ἐν δ' Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης, αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων, αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,  195δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.

   Ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια, τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν, ἔγχος ἔχουσ' ἐν χειρὶ †χρυσέην τε τρυφάλειαν  200αἰγίδα τ' ἀμφ' ὤμοις· ἐπὶ δ' ᾤχετο φύλοπιν αἰνήν.    Ἐν δ' ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ' ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι· [θεῶν δ' ἕδος ἁγνὸς Ὄλυμπος· ἐν δ' ἀγορή, περὶ δ' ὄλβος ἀπείριτος ἐστεφάνωτο  205ἀθανάτων ἐν ἀγῶνι·] θεαὶ δ' ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.    Ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ  210δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες νηχομένοις ἴκελοι·] δοιὼ δ' ἀναφυσιόωντες ἀργύρεοι δελφῖνες ἐφοίβεον ἔλλοπας ἰχθῦς. τῶν δ' ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπ' ἀκτῆς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος, εἶχε δὲ χερσὶν  215ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.    Ἐν δ' ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς, οὔτ' ἄρ' ἐπιψαύων σάκεος ποσὶν οὔθ' ἑκὰς αὐτοῦ, θαῦμα μέγα φράσσασθ', ἐπεὶ οὐδαμῇ ἐστήρικτο. τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις,  220χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα· ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο χαλκέου ἐκ τελαμῶνος· ὃ δ' ὥς τε νόημ' ἐποτᾶτο· πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,  225ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισι ἄνακτος κεῖτ' Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα. αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς Περσεὺς Δαναΐδης ἐτιταίνετο· ταὶ δὲ μετ' αὐτὸν  230Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν· ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντ' ἐπικυρτώοντε κάρηνα·  235λίχμαζον δ' ἄρα τώ γε, μένει δ' ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω· ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας φόβος. οἳ δ' ὑπὲρ αὐτέων ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε' ἔχοντες, τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων  240λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες. πολλοὶ μὲν κέατο, πλέονες δ' ἔτι δῆριν ἔχοντες μάρνανθ'. αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων χαλκέων ὀξὺ βόων, κατὰ δ' ἐδρύπτοντο παρειάς, ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.  245ἄνδρες δ' οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες· τοὶ δ' αὖτε μάχην ἔχον. αἳ δὲ μετ' αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,  250δεινωποὶ βλοσυροί τε δαφοινοί τ' ἄπλητοί τε δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δ' ἄρ' ἵεντο αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλ‹ον ὁμῶς› ὄνυχας μεγάλους, ψυχὴ δὲ [Ἄιδόσδε] κατῇεν  255Τάρταρον ἐς κρυόενθ'· αἳ δὲ φρένας εὖτ' ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δ' ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι. [Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ' ἄρα ἥ γε  260τῶν γε μὲν ἀλλάων προφερής τ' ἦν πρεσβυτάτη τε. πᾶσαι δ' ἀμφ' ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο· δεινὰ δ' ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δ' ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο. ] πὰρ δ' Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,  265χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δ' ὄνυχες χείρεσσιν ὑπῆσαν· τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ' ἀπελείβετ' ἔραζ'· ἣ δ' ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,  270δάκρυσι μυδαλέη. παρὰ δ' εὔπυργος πόλις ἀνδρῶν, χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι· τοὶ δ' ἄνδρες ἐν ἀγλαΐαις τε χοροῖς τε τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ' ἀπήνης ἤγοντ' ἀνδρὶ γυναῖκα, πολὺς δ' ὑμέναιος ὀρώρει·  275τῆλε δ' ἀπ' αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἐνὶ δμῳῶν· ταὶ δ' ἀγλαΐῃ τεθαλυῖαι πρόσθ' ἔκιον, τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο· τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ·  280αἳ δ' ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. [ἔνθεν δ' αὖθ' ἑτέρωθε νέοι κώμαζον ὑπ' αὐλοῦ. ] τοί γε μὲν αὖ παίζοντες ὑπ' ὀρχηθμῷ καὶ ἀοιδῇ [τοί γε μὲν αὖ γελόωντες ὑπ' αὐλητῆρι ἕκαστος] πρόσθ' ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε  285ἀγλαΐαι τ' εἶχον. τοὶ δ' αὖ προπάροιθε πόληος νῶθ' ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ' ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατ'. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα  290βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· οἳ δ' ἄρ' ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωῇ· οἳ δ' ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες· [οἳ δ' αὖτ' ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,  295βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. ] οἳ δ' αὖτ' ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, [τοί γε μὲν αὖ παίζοντες ὑπ' αὐλητῆρι ἕκαστος] [σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι, ]  300βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. οἵ γε μὲν ἐτράπεον, τοὶ δ' ἤρυον. οἳ δὲ μάχοντο πύξ τε καὶ ἑλκηδόν· τοὶ δ' ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δ' ἱέμενοι ὑπαλύξαι.  305πὰρ δ' αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ' ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον· ἐυπλεκέων δ' ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους ῥυτὰ χαλαίνοντες, τὰ δ' ἐπικροτέοντα πέτοντο ἅρματα κολλήεντ', ἐπὶ δὲ πλῆμναι μέγ' ἀύτευν.  310οἳ μὲν ἄρ' ἀίδιον εἶχον πόνον, οὐδέ ποτέ σφιν νίκη ἐπηνύσθη, ἀλλ' ἄκριτον εἶχον ἄεθλον. τοῖσι δὲ καὶ προύκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος, χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.    Ἀμφὶ δ' ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,  315πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον· οἳ δὲ κατ' αὐτὸν κύκνοι ἀερσιπόται μεγάλ' ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπ' ἄκρον ὕδωρ· παρὰ δ' ἰχθύες ἐκλονέοντο· θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,  320ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως· ἐπὶ δ' ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς· τῷ δ' ἡνίοχος κρατερὸς Ἰόλαος δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.  325   Ἀγχίμολον δέ σφ' ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη, καί σφεας θαρσύνουσ' ἔπεα πτερόεντα προσηύδα· "Χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο· νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τ' ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.  330ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν· εὖτ' ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτ' αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρη' ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο  335ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ' οὐτάμεν ὀξέι χαλκῷ· ἂψ δ' ἀναχάσσασθαι, ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν οὔθ' ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο. "    Ὣς εἰποῦσ' ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,  340ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δ' ὑπ' ὀμοκλῆς ῥίμφ' ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο· ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη αἰγίδ' ἀνασσείσασα· περιστενάχησε δὲ γαῖα.  345τοὶ δ' ἄμυδις προγένοντ' ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θ' ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς. τῶν δ' ἵπποι μὲν ἔπειθ' ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·  350   "Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους, ἀνδράσιν οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν; ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου εἶκε †παρὲξ ἰέναι †· Τρηχῖνάδε τοι παρελαύνω ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμει τε καὶ αἰδοῖ  355Τρηχῖνος προβέβηκε. σὺ δ' εὖ μάλα οἶσθα καὶ αὐτός· τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν. ὦ πέπον, οὐ μὲν γάρ τοι Ἄρης θανάτοιο τελευτὴν ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν. ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι  360ἔγχεος ἡμετέρου, ὅθ' ὑπὲρ Πύλου ἠμαθόεντος ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.

τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα·  365πρηνὴς δ' ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφ' ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα ..."    Ὣς ἔφατ'· οὐδ' ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.  370δὴ τότ' ἀπ' εὐπλεκέων δίφρων θόρον αἶψ' ἐπὶ γαῖαν παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος· ἡνίοχοι δ' ἔμπλην ἔλασαν καλλίτριχας ἵππους. τῶν δ' ὑπὸ σευομένων κανάχιζε †πόσ' εὐρεῖα χθών † ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο  375πέτραι ἀποθρώσκωσιν, ἐπ' ἀλλήλαις δὲ πέσωσι, πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ' αὐτέων ῥίμφα κυλινδομένων, ἧος πεδίονδ' ἀφίκωνται, ὣς οἳ ἐπ' ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.  380πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ' Ἰαωλκὸς Ἄρνη τ' ἠδ' Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὑπ' ἀμφοτέρων μεγάλ' ἴαχον· οἳ δ' ἀλαλητῷ θεσπεσίῳ σύνισαν· μέγα δ' ἔκτυπε μητίετα Ζεύς, [κὰδ δ' ἄρ' ἀπ' οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, ]  385σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί. οἷος δ' ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι κάπρος χαυλιόδων φρονέει [δὲ] θυμῷ μαχέσασθαι ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι  390λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον, ὀρθὰς δ' ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν· τῷ ἴκελος Διὸς υἱὸς ἀφ' ἱππείου θόρε δίφρου. ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν  395ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠῷος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει, τῆμος δὴ [κέγχροισι πέρι γλῶχες τελέθουσι τούς τε θέρει σπείρουσιν, ὅτ' ὄμφακες αἰόλλονται,  400οἷα Διώνυσος δῶκ' ἀνδράσι χάρμα καὶ ἄχθος· τὴν ὥρην] μάρναντο, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι, δεινὴ δέ σφ' ἰαχὴ ἄραβός θ' ἅμα γίνετ' ὀδόντων ...  405[οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχῆλαι, πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο πίονος, ἥν τ' ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δ' ἀπαλήσεται ἄλλῃ  410χώρου ἄιδρις ἐών· οἳ δ' ὀτραλέως ἐνόησαν, ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο· ὣς οἳ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν. ] ἔνθ' ἦ τοι Κύκνος μέν, ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαώς, σάκει ἔμβαλε χάλκεον ἔγχος,  415οὐδ' ἔρρηξεν χαλκός, ἔρυτο δὲ δῶρα θεοῖο· Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλασ' ἐπικρατέως, ἀπὸ δ' ἄμφω κέρσε τένοντε  420ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός. ἤριπε δ', ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ· ὣς ἔριπ', ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.    Τὸν μὲν ἔπειτ' εἴασε Διὸς ταλακάρδιος υἱός,  425αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας, ὅς τε μάλ' ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα· ἐμ μένεος δ' ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·  430γλαυκιόων δ' ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι· τοῖος ἄρ' Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,  435ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ. [ἀμφότεροι δ' ἰάχοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν. ] ὡς δ' ὅτ' ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ, μακρὰ δ' ἐπιθρώσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ ἔρχεται ἐμμεμαυῖα· πάγος δέ οἱ ἀντεβόλησεν  440ὑψηλός, τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει· τὼς ‹ἄρ'› ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης κεκληγὼς ἐπόρουσεν, ὃ δ' ἐμμαπέως ὑπέδεκτο. αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ' ἔχουσα·  445δεινὰ δ' ὑπόδρα ἰδοῦσ' ἔπεα πτερόεντα προσηύδα·    "Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους· οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν· ἀλλ' ἄγε παῦε μάχης, μηδ' ἀντίος ἵστασ' ἐμεῖο. "  450   Ὣς ἔφατ'· ἀλλ' οὐ πεῖθ' Ἄρεος μεγαλήτορα θυμόν, ἀλλὰ μέγα ἰάχων, φλογὶ εἴκελα τεύχεα πάλλων καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ κακκτάμεναι μεμαώς· καί ῥ' ἔμβαλε χάλκεον ἔγχος, σπερχνὸν παιδὸς ἑοῦ κοτέων περὶ τεθνηῶτος,  455ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη ἔγχεος ὁρμὴν ἔτραπ' ὀρεξαμένη ἀπὸ δίφρου. δριμὺ δ' Ἄρη' ἄχος εἷλεν· ἐρυσσάμενος δ' ἄορ ὀξὺ ἔσσυτ' ἐφ' Ἡρακλέα κρατερόφρονα· τὸν δ' ἐπιόντα Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,  460μηρὸν γυμνωθέντα σάκευς ὑπὸ δαιδαλέοιο οὔτασ' ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ. τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους ἤλασαν αἶψ' ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης  465ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δ' ἔπειτα ἵππους μαστιέτην, ἵκοντο δὲ μακρὸν Ὄλυμπον. υἱὸς δ' Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος Κύκνον σκυλεύσαντες ἀπ' ὤμων τεύχεα καλὰ νίσοντ'· αἶψα δ' ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο  470ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη ἐξίκετ' Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός. Κύκνον δ' αὖ Κήυξ θάπτεν καὶ λαὸς ἀπείρων, οἵ ῥ' ἐγγὺς ναῖον πόλιος κλειτοῦ βασιλῆος, [Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ' Ἰαωλκὸν  475Ἄρνην τ' ἠδ' Ἑλίκην· πολλὸς δ' ἠγείρετο λαός, ] τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν. τοῦ δὲ τάφον καὶ σῆμ' ἀιδὲς ποίησεν Ἄναυρος ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων Λητοΐδης ἤνωξ', ὅτι ῥα κλειτὰς ἑκατόμβας  480ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.

O come, abbandonate le case e la terra paterna, seguendo Anfitrïóne possente guerriero, la figlia d'Elettrïóne venne, pastore di popoli, a Tebe.... (CONTINUA)

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:51:41 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.