Maturità 1967 - La battaglia di Casteggio
La battaglia di Casteggio
vesione di greco di POLIBIO
Οἱ δ´μέρος τι τῆς δυνάμεως διαβιβάσαντες τὸν Πάδον εἰς τὴν τῶν Ἀνάρων χώραν ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον.
Προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς, ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί (τινας) τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πολιορκουμένοις. Οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν ὑπήντων καὶ παρετάξαντο. Τῶν δὲ Ῥωμαίων αὐτοῖς τοῖς ἱππεῦσιν ἐξ ἐφόδου τολμηρῶς σφίσι προσπεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον· μετὰ δὲ ταῦτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κέρας, δυσχρηστούμενοι τῇ μάχῃ τέλος ἐτράπησαν ὑπ´ αὐτῶν τῶν ἱππέων. καὶ πολλοὶ μὲν εἰς τὸν ποταμὸν ἐμπεσόντες ὑπὸ τοῦ ῥεύματος διεφθάρησαν, οἱ δὲ πλείους ὑπὸ τῶν πολεμίων κατεκόπησαν.