Capacità divinatorie delle anime

ἔχουσαι τὴν δύναμιν αἱ ψυχαὶ σύμφυτον μὲν ἀμυδρὰν δὲ καὶ δυσφάνταστον ὅμως ἐξανθοῦσι πολλάκις καὶ ἀναλάμπουσιν ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς ἔνιαι καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ὥστε τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων, τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.

οὐ γάρ, ὡς ὁ Εὐριπίδης φησί, ‘μάντις ἄριστος ὅστις εἰκάζει καλῶς, ’ ἀλλ´ οὗτος ἔμφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετ´ εἰκότος ἡγουμένῳ καθ´ ὁδὸν ἑπόμενος, τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος.

release check: 2020-03-20 23:08:43 - flow version _RPTC_H2.4