CALLIROE versione greco Plutarco (da gymnasion)

CALLIROE
versione greco Plutarco
Traduzione dal libro gymnasion

Φωκος Βοιωτιος μεν το γενος ην, πατηρ δε Καλλιρροης.

Οτι δε η κορη καλλει τε και σωφροσυνη των τοτε γυναικων μαλιστα διεφερεν, εμνηστευοντο αυτην τριακοντα νεανιαχ οι ευδοκιμωτατοι εν τη Βοιωτια. Ο δε Φωκος πολλας ανατολας των γαμων εποιειτο εως, λιπαρουντων αυτων, ηξιου την αιρεσιν τω Πυθιω επιτρεπειν. Δια τουτο οι μεν νεανιαι εχαλεπηναν και αυτον απεκτειναν η δε κορη, υπ' αυτων διωκομενη, σωτηριας ετυχε παρα τινων γεωργων· απεκρυψαν γαρ αυτην οι γεωργοι εν τω σιτιω, και ουτως οι διωκοντες παρηλθαν.

Επειτα, εις Κορωνειαν ελθουσα, ικετις εκαθισατο επι τω βωμω της Αθηνας και των μνηστηρων την παρανομιαν διηγειτο, το εκαστου ονομα και την πατριδα σημαινουσα.

Ηλεουν ουν την παιδα οι Βοιωτοι, και τοις νεανιαις ηγανακτουν· οι δε ταυτα πυθομενοι εις Ορχομενον κατεφυγαν ειτα δε, ου δεξαμενων αυτους των Ορχομενιων, ως την ζημιαν εκγευγοιεν, παρ' αλλας πολεις καταφυγης ετυχον.

release check: 2020-03-20 23:08:17 - flow version _RPTC_H2.4