Codro e Publio Decio - versione greco Plutarco da Ellenisti

CODRO E PUBLIO DECIO
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Ellenisti

ΘΡΑΙΚΕΣ Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ἐὰν Κόδρου φείσωνται, νικῆσαι· ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη, οὕτω τ´ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης ἐν δευτέρῳ Θρᾳκικῶν.

ΠΟΠΛΙΟΣ Δέκιος Ῥωμαῖος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην προσποιήσειν Ῥωμαίοις.

ἐλθὼν οὖν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν·

release check: 2020-06-29 18:22:22 - flow version _RPTC_G1.1