Come Teseo e Piritoo strinsero amicizia - Plutarco versione greco hellenikon phronema

Come Teseo e Piritoo strinsero amicizia - Plutarco
versione greco hellenikon phronema

Τὴν δὲ πρὸς Πειρίθουν φιλίαν τοῦτον τὸν τρόπον αὐτῷ γενέσθαι λέγουσι.

δόξαν εἶχεν ἐπὶ ῥώμῃ καὶ ἀνδρείᾳ μεγίστην· βουλόμενος οὖν ὁ Πειρίθους ἐξελέγξαι καὶ λαβεῖν διάπειραν, ἠλάσατο βοῦς ἐκ Μαραθῶνος αὐτοῦ, καὶ πυθόμενος διώκειν μετὰ τῶν ὅπλων ἐκεῖνον οὐκ ἔφυγεν, ἀλλ᾽ ἀναστρέψας ἀπήντησεν.

ὡς δὲ εἶδεν ἅτερος τὸν ἕτερον καὶ τὸ κάλλος ἐθαύμασε καὶ τὴν τόλμαν ἠγάσθη, μάχης μὲν ἔσχοντο, Πειρίθους δὲ πρότερος τὴν δεξιὰν προτείνας ἐκέλευσεν αὐτὸν γενέσθαι δικαστὴν τὸν Θησέα τῆς βοηλασίας· ἑκὼν γὰρ ὑφέξειν ἣν ἂν ὁρίσῃ δίκην ἐκεῖνος· Θησεὺς δὲ καὶ τὴν δίκην ἀφῆκεν αὐτῷ καὶ προὐκαλεῖτο φίλον εἶναι καὶ σύμμαχον· ἐποιήσαντο δὲ τὴν φιλίαν ἔνορκον.

Testo per ricerca facilitata senza accenti

Την δε προς Πειριθουν φιλιαν τουτον τον τροπον αυτω γενεσθαι λεγουσι. Δοξαν ειχεν επι ρωμη και ανδρεια μεγιστην. Βουλομενος ουν ο Πειριθους εξελεγξαι και λαβειν διαπειραν, ηλασατο βους εκ Μαραθωνος αυτου, και πυθομενος διωκειν μετα των οπλων εκεινον, ουκ εφυγεν, αλλ' αναστρεψας απηντησεν. Ως δ' ειδεν ατερος τον ετερον και το καλλος εθαυμασε και την τολμαν ηγασθη, μαχης μεν εσχοντο, Πειριθους δε προτερος την δεξιαν προτεινας εκελευσεν αυτον γενεσθαι δικαστην τον Θησεα της βοηλασιας· εκων γαρ υφεξειν ην αν οριση δικην εκεινος. Θησευς δε και την δικην αφηκεν αυτω, και προυκαλειτο φιλον ειναι και συμμαχον, εποιησαντο δε την φιλιαν ενορκον.

release check: 2020-03-20 23:07:50 - flow version _RPTC_H2.4