Confronto tra Dione e Bruto - Plutarco versione greco gymnasion

Confronto tra Dione e Bruto
VERSIONE DI GRECO di Plutarco
traduzione libro gymnasion 2 pag 177 n 300
Testo ricerca facilitata

Και μην ουχ ομοιον ην Διονυσιου Συρακοσιοις και Καισαρος απαλλαγηναι Ρωμαιοις.

Ο μεν γαρ Διονυσιος ουδ' ηρνειτο τυραννος ειναι, κακων τε μυριων εμπεπληκει την Σικελιαν η δε Καισαρος αρχη, συνισταμενη μεν ουκ ολιγα εναντιουμενοις πραγματα παρεσχε, δεξαμενοις δε και κρατηθεισιν ονομα και δοκησις εφανη μονον τυραννιδας, εργον δ' απ' αυτης ουδεν ωμον ουδε τυραννικον υπηρξεν, αλλα και δεομενοις εδοξε τοις πραγμασι μοναρχιας ωσπερ πραοτατος ιατρος υπ' αυτου του δαιμονος δεδοσθαι.

Διο Καισαρα μεν ευθυς εποθησεν ο Ρωμαιων δημος, ωστε χαλεπος γενεσθαι και απαραιτητος τοις αυτον απεκτονοσι, Διωνα δ' η Διονυσιου παρεσις εκ Συρακουσων και το μη κατασκαψαι του προτερου τυραννου τον ταφον επαιτιον μαλιστα προς τους πολιτας εποιησεν.

Testo greco originale

Καὶ μὴν οὐχ ὅμοιον Διονυσίου Συρακοσίοις καὶ Καίσαρος ἀπαλλαγῆναι Ῥωμαίοις. ὁ μὲν γὰρ οὐδ' ἠρνεῖτο τύραννος εἶναι, κακῶν τε μυρίων ἐμπεπλήκει Σικελίαν· ἡ δὲ Καίσαρος ἀρχὴ συνισταμένη μὲν οὐκ ὀλίγα τοῖς ἐναντιουμένοις πράγματα παρέσχε, δεξαμένοις δὲ καὶ κρατηθεῖσιν ὄνομα καὶ δόκησις ἐφάνη μόνον, ἔργον δ' ἀπ' αὐτῆς οὐδὲν ὠμὸν οὐδὲ τυραννικὸν ὑπῆρξεν, ἀλλὰ καὶ δεομένοις ἔδοξε τοῖς πράγμασι μοναρχίας ὥσπερ πρᾳότατος ἰατρὸς ὑπ' αὐτοῦ τοῦ δαίμονος δεδόσθαι. διὸ Καίσαρα μὲν εὐθὺς ἐπόθησεν ὁ Ῥωμαίων δῆμος, ὥστε χαλεπὸς γενέσθαι καὶ ἀπαραίτητος τοῖς ἀπεκτονόσι, Δίωνα δ' ἡ Διονυσίου πάρεσις ἐκ Συρακουσῶν καὶ τὸ μὴ κατασκάψαι τοῦ προτέρου τυράννου τὸν τάφον ἐπαίτιον μάλιστα πρὸς τοὺς πολίτας ἐποίησεν.

release check: 2020-03-20 23:07:38 - flow version _RPTC_H2.4