Coriolano cede alle parole della madre - Plutarco versione greco

Coriolano cede alle parole della madre versione greco Plutarco traduzione libro lukeion

Ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος.

ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία· τί σιγᾷς εἶπεν ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ περὶ τηλικούτων; ἢ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δ' εὐεργεσίας ἃς εὐεργετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι.

καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δ' οὐδεμίαν χάριν ἀποδέδωκας. ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων· μὴ πείθουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος; καὶ ταῦτ' εἰποῦσα προσπίπτει τοῖς γόνασιν αὐτοῦ μετὰ τῆς γυναικὸς ἅμα καὶ τῶν παιδίων.

ὁ δὲ Μάρκιος ἀναβοήσας· οἷον εἴργασαί μ' ὦ μῆτερ, ἐξανίστησιν αὐτὴν καὶ τὴν δεξιὰν πιέσας σφόδρα· νενίκηκας εἶπεν εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δ' ὀλέθριον· ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττημένος.

release check: 2020-03-20 23:08:30 - flow version _RPTC_H2.4