Esempi di vittoria sull'ira - Plutarco versione greco
Esempi di vittoria sull'ira versione greco Plutarco
ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δ' ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ... (ᾧ χαλεπὸν εἶναι μάχεσθαι φησὶν Ἡράκλειτος· 'ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται') μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης.
διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγινώσκειν οὐ ταῦτα δὴ νοῦν μόνα τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ ‹οὐκ› ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων· οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν γὰρ βακτηρίαν ὑποβαλὼν ἔξω 'παπαί' εἶπεν 'οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθ' ἡμᾶς;
' Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος, 'εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον', εἶτά πως ἐν Μακεδονίᾳ φανέντος ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φιλίππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, 'ἐγὼ τοίνυν' ἔφη 'βελτίων ἰατρὸς ὑμῶν
Gli uomini peggiori hanno vinto i migliori, Ma il trionfare e alzare nell'animo i trofei contro l ira, con la quale è cosa difficile combattere come dice Heracleto perché ogni altra cosa si può nella vita avere ora quello è il vero trionfo e raro, nel quale si vede il giudizio della ragione stare saldo e fermo contro le cupidità dell'animo, a ragione di un forte nerbo.... (CONTINUA)
Le versioni del tuo libro senza doverle cercare?