Gli scherzi di Antonio e Cleopatra - Plutarco versione greco

Gli scherzi di Antonio e Cleopatra versione greco Plutarco traduzione dal libro Manuale del greco Antico 2 pagina 668

Επει αλιευων ποτε και δυσαγρων ηχθετο παρουσης της Κλεοπατρας, εκελευσε· τους αλιεις υπονηξαμενους κρυφα τω αγκιστρω περικαθαπτειν ιχθυς των προεαλωκοτων, και δις η τρις ανασπασας ουκ ελαθε την Αιγυπτιαν.

Προσποιουμενη δε θαυμαζειν τοις φιλοις διηγειτο, και παρεκαλει τη υστεραια γενεσθαι θεατας.

Εμβαντων δε πολλων εις τας αλιαδας και του Αντωνιου την ορμιαν καθεντος, εκελευσε τινα των αυτης υποφθασαντα και προσνηξαμενον τω αγκιστρω περιπειραι Ποντικον ταριχος.

Ως δ' εχειν πεισθεις ο Αντωνιος ονειλκε, γελωτος οιον εικος γενομενου, «Παραδος ημιν», εφη, «τον καλαμον, αυτοκρατορ, τοις Φαριταις και Κανωβιταις βασιλευσιν η δε ση θηρα πολεις εισι και βασιλειαι και ηπειροι».

release check: 2020-03-20 23:08:05 - flow version _RPTC_H2.4