I Beni più grandi per l'uomo - Plutarco versione greco phronemata

I Beni più grandi per l'uomo Plutarco versione greco traduzione libro phronemata numero 66 a pagina 82

δόξα γε μὴν σεμνὸν μέν, ἀλλ’ ἀβέβαιον.

κάλλος δὲ περιμάχητον μέν, ἀλλ’ ὀλιγοχρόνιον. ὑγίεια δὲ τίμιον μέν, ἀλλ’ εὐμετάστατον. ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ γήρᾳ. τὸ δ’ ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ, μαθέτω γνώμης διαμαρτάνων. πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως; λέγω δ’ οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων.

παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον. καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος.

καὶ ὁ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, ὁ δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δ’ ἀναφαίρετος, νόσῳ δ’ ἀδιάφθορος, γήρᾳ δ’ ἀλύμαντος. μόνος γὰρ ὁ νοῦς παλαιούμενος ἀνηβᾷ, καὶ ὁ χρόνος τἄλλα πάντ’ ἀφαιρῶν τῷ γήρᾳ προστίθησι τὴν ἐπιστήμην.

release check: 2020-03-20 23:07:51 - flow version _RPTC_H2.4