Il carattere di Alcibiade - Plutarco versione greco metis 2

Il carattere di Alcibiade VERSIONE DI GRECO di Plutarco TRADUZIONE dal libro metis 2

Τὸ δ' ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο.

Φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ τὸ φιλόνικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν.

Ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος οἷος ἦν διαφαγεῖν τὰς χεῖρας.

(Ἀφέντος οὖν τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· « Δάκνεις ὦ Ἀλκιβιάδη καθάπερ αἱ γυναῖκες ", "Οὐκ ἔγωγε " εἶπεν, " ἀλλ' ὡς οἱ λέοντες. "

release check: 2020-03-20 23:08:44 - flow version _RPTC_H2.4