Il centurione Gaio Crassino- Versione greco di Plutarco da Scuola Dell'ellade

Il centurione Gaio Crassino
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Scuola Dell'ellade

Καισαρ κινεῖν τὴν φάλαγγα μέλλων καὶ προϊὼν ἐπ’ ἔργον ἤδη, πρῶτον ὁρᾷ τῶν ταξιάρχων ἄνδρα πιστὸν αὐτῷ καὶ πολέμων ἔμπειρον, ἐπιθαρσύνοντα τοὺς ὑφ’ αὑτῷ καὶ προκαλούμενον εἰς ἅμιλλαν ἀλκῆς.

τοῦτον ὀνομαστὶ προσαγορεύσας, „τί ἐλπίζομεν“ εἶπεν „ὦ Γάϊε Κρασσίνιε, καὶ πῶς τι θράσους ἔχομεν; “ ὁ δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ μέγα βοήσας, „νικήσομεν“ ἔφη „λαμπρῶς ὦ Καῖσαρ· ἐμὲ δ’ ἢ ζῶντα τήμερον ἢ τεθνηκότα ἐπαινέσεις“.

ταῦτ’ εἰπὼν πρῶτος ἐμβάλλει τοῖς πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας.

διακόψας δὲ τοὺς πρώτους, καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν ἀκμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.

release check: 2020-03-20 23:06:43 - flow version _RPTC_H2.4