Il cortigiano Mitridate sospetto al re Antigone viene salvato da Demetrio Poliorcete - Plutarco versione greco

Il cortigiano Mitridate sospetto al re Antigone
viene salvato da Demetrio Poliorcete
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Sapheneia

Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθ' ἡλικίαν συνήθης, ἐθεράπευε δ' Ἀντίγονον οὔτ' ὢν οὔτε δοκῶν πονηρός.

Ἐκ δ' ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. Ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν, ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δ' ὕστερον ἐπελθὼν ἰδεῖν οὐδὲν ἀλλ' ἢ τετμημένην καλάμην· λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων, ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται τὸ χρυσοῦν θέρος ἐξαμησάμενος.

ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. Ἀκούσας δ' ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου καθάπερ εἰώθει γενομένου παρ' αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθ' αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραψεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ· "φεῦγε Μιθριδάτα". Συνεὶς δ' ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν

release check: 2020-03-20 23:07:09 - flow version _RPTC_H2.4