Il singolare Simposio di Apemanto e Timone - Plutarco versione greco phrasis

Il singolare Simposio di Apemanto e Timone
versione greco Plutarco traduzione libro phrasis

Ὁ δὲ Τίμων ἦν Ἀθηναῖος καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος δραμάτων λαβεῖν ἔστι· κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος· ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην νέον ὄντα καὶ θρασὺν ἠσπάζετο καὶ κατεφίλει προθύμως.

Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο.

τὸν δ' Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς, εἱστιῶντο καθ' αὑτοὺς οἱ δύο. τοῦ δ' Ἀπημάντου φήσαντος "ὡς καλὸν ὦ Τίμων τὸ συμπόσιον ἡμῶν" "εἴγε σύ" ἔφη "μὴ παρῆς".

release check: 2020-03-20 23:08:05 - flow version _RPTC_H2.4