Il suicidio di Cleopatra - Plutarco versione greco agon

IL SUICIDIO DI CLEOPATRA
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro agon

Τοιαῦτ' ὀλοφυραμένη καὶ στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὑτῇ λουτρὸν γενέσθαι.

λουσαμένη δὲ καὶ κατακλιθεῖσα, λαμπρὸν ἄριστον ἠρίστα. καί τις ἧκεν ἀπ' ἀγροῦ κίστην τινὰ κομίζων· τῶν δὲ φυλάκων ὅ τι φέροι πυνθανομένων, ἀνοίξας καὶ ἀφελὼν τὰ θρῖα σύκων ἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε. θαυμασάντων δὲ τὸ κάλλος καὶ τὸ μέγεθος, μειδιάσας παρεκάλει λαβεῖν· οἱ δὲ πιστεύσαντες ἐκέλευον εἰσενεγκεῖν.

M ετα δε το αριστον ἡ Κλεοπατρα δελτον εχουσα γεγραμμενην και κατασεσημασμενην απεστειλε προς Καισαρα, και τους αλλους εξποδων ποιησαμενη, πλεην των δυοιν εκεινων γυναικων τας θαρας εκλεισε. Καισαρ δε λυσας την δελτον ως ενετυχε λιταις και ολοφυρμοις δεομενης αυτης συν Αντωνιω θαψαι, ταχυ συνηκε το πεπραγμενον.

Και πρωτον μεν αυτος ωπμησε βοηθειν, επειτα τους σκεψομενους κατα ταχος επεμψεν. Εγεγονει δ'οξυ το παθος. Δρομω γαρ ελθοντες, και τους μεν φυλασσοντας ουδεν ησθημενους καταλαβαντες, τας δε θυρας ανοιξαντες, ευρον αυτην τεθνηκυιαν, εν χπυση κατακειμενην κλινη κεκοσμημενην βασιλικως

release check: 2020-03-20 23:07:37 - flow version _RPTC_H2.4