Il suicidio di Demostene - Plutarco versione greco da Askesis

IL SUICIDIO DI DEMOSTENE
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Askesis

οἱ μὲν οὖν παρὰ τὰς θύρας ἑστῶτες δορυφόροι κατεγέλων ὡς ἀποδειλιῶντος αὐτοῦ, καὶ μαλακὸν ἀπεκάλουν καὶ ἄνανδρον, ὁ δ´ Ἀρχίας προσελθὼν ἀνίστασθαι παρεκάλει, καὶ τοὺς αὐτοὺς ἀνακυκλῶν λόγους αὖθις ἐπηγγέλλετο διαλλαγὰς πρὸς τὸν Ἀντίπατρον. ἤδη δὲ συνῃσθημένος ὁ Δημοσθένης ἐμπεφυκότος αὐτῷ τοῦ φαρμάκου καὶ νεκροῦντος, ἐξεκαλύψατο καὶ ἀποβλέψας πρὸς τὸν Ἀρχίαν "οὐκ ἂν φθάνοις" εἶπεν "ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα καὶ τὸ σῶμα τουτὶ ῥίπτων ἄταφον.

ἐγὼ δ´ ὦ φίλε Πόσειδον ἔτι ζῶν ἐξίσταμαι τοῦ ἱεροῦ· τὸ δ´ ἐπ´ Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐδ´ ὁ σὸς νεὼς καθαρὸς ἀπολέλειπται.

" ταῦτα δ´ εἰπὼν καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέμοντα καὶ σφαλλόμενον, ἅμα τῷ προελθεῖν καὶ παραλλάξαι τὸν βωμὸν ἔπεσε καὶ στενάξας ἀφῆκε τὴν ψυχήν.

release check: 2020-03-20 23:06:00 - flow version _RPTC_H2.4