Il suicidio di Demostene nel santuario di Posidone a Calauria - Plutarco versione greco

IL SUICIDIO DI DEMOSTENE NEL SANTUARIO
DI POSIDONE A CALAURIA
VERSIONE DI GRECO di Plutarco

Τὸν δὲ Δημοσθένην πυθόμενος ἱκέτην ἐν Καλαυρείᾳ ἐν τῷ ἱερῷ Ποσειδῶνος καθέζεσθαι, διαπλεύσας ὑπηρετικοῖς καὶ ἀποβὰς μετὰ Θρᾳκῶν δορυφόρων ἔπειθεν ἀναστάντα βαδίζειν μετ´ αὐτοῦ πρὸς Ἀντίπατρον, ὡς δυσχερὲς πεισόμενον οὐδέν. ὁ δὲ Δημοσθένης ἐτύγχανεν ὄψιν ἑωρακὼς κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἀλλόκοτον. ἐδόκει γὰρ ἀνταγωνίζεσθαι τῷ Ἀρχίᾳ τραγῳδίαν ὑποκρινόμενος, εὐημερῶν δὲ καὶ κατέχων τὸ θέατρον ἐνδείᾳ παρασκευῆς καὶ χορηγίας κρατεῖσθαι.

) διὸ τοῦ Ἀρχίου πολλὰ φιλάνθρωπα διαλεχθέντος, ἀναβλέψας πρὸς αὐτόν, ὥσπερ ἐτύγχανε καθήμενος, "ὦ Ἀρχία" εἶπεν "οὔθ´ ὑποκρινόμενός με πώποτ´ ἔπεισας, οὔτε νῦν πείσεις ἐπαγγελλόμενος. " ἀρξαμένου δ´ ἀπειλεῖν μετ´ ὀργῆς τοῦ Ἀρχίου "νῦν" ἔφη "λέγεις τὰ ἐκ τοῦ Μακεδονικοῦ τρίποδος, ἄρτι δ´ ὑπεκρίνου.

μικρὸν οὖν ἐπίσχες, ὅπως ἐπιστείλω τι τοῖς οἴκοι. " (4) καὶ ταῦτ´ εἰπὼν ἐντὸς ἀνεχώρησε τοῦ ναοῦ, καὶ λαβὼν βιβλίον, ὡς γράφειν μέλλων προσήνεγκε τῷ στόματι τὸν κάλαμον, καὶ δακών, ὥσπερ ἐν τῷ διανοεῖσθαι καὶ γράφειν εἰώθει, χρόνον τινὰ κατέσχεν, εἶτα συγκαλυψάμενος ἀπέκλινε τὴν κεφαλήν.

release check: 2020-03-20 23:06:00 - flow version _RPTC_H2.4