Incontro tra Antonio e Cleopatra - Plutarco versione greco

Incontro tra Antonio e Cleopatra
versione greco Plutarco

ἔπεμψε μὲν οὖν καλῶν αὐτὴν ἐπὶ τὸ δεῖπνον· ἡ δὲ μᾶλλον ἐκεῖνον ἠξίου πρὸς ἑαυτὴν ἥκειν.

εὐθὺς οὖν τινα βουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι καὶ φιλοφροσύνην, ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼν δὲ παρασκευῇ λόγου κρείττονι, μάλιστα τῶν φώτων τὸ πλῆθος ἐξεπλάγη. τοσαῦτα γὰρ λέγεται καθίεσθαι καὶ ἀναφαίνεσθαι πανταχόθεν ἅμα, καὶ τοιαύταις πρὸς ἄλληλα κλίσεσι καὶ θέσεσι διακεκοσμημένα καὶ συντεταγμένα πλαισίων καὶ περιφερῶν τρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις ἀξιοθεάτων καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.

τῇ δ᾽ ὑστεραίᾳ πάλιν ἀνθεστιῶν αὐτήν, ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴν λαμπρότητα καὶ τὴν ἐπιμέλειαν, ἀμφοῖν δὲ λειπόμενος καὶ κρατούμενος ἐν αὐτοῖς ἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶ ἀγροικίαν τὰ παρ᾽ αὑτῷ.

πολὺ δ᾽ ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸ στρατιωτικὸν ἐνορῶσα καὶ βάναυσον, ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένως ἤδη καὶ κατατεθαρρηκότως. καὶ γὰρ ἦν ὡς λέγουσιν αὐτὸ μὲν καθ᾽ αὑτὸ τὸ κάλλος αὐτῆς οὐ πάνυ δυσπαράβλητον οὐδ᾽ οἷον ἐκπλῆξαι τοὺς ἰδόντας, ἁφὴν δ᾽ εἶχεν ἡ συνδιαίτησις

release check: 2020-03-20 23:08:17 - flow version _RPTC_H2.4