La morte di Nicia e Demostene
La morte di Nicia e Demostene
Timeo dice che Nicia e Demostene morirono non perché così decisero i siracusani, come hanno scritto Filisto e Tucidide, ma che, quando era...
Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος ἔγραψε καὶ Θουκυδίδης, ἀλλ' Ἑρμοκράτους πέμψαντος, ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ δι' ἑνὸς τῶν φυλάκων παρέντων αὐτοὺς δι' αὑτῶν ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.
πυνθάνομαι δὲ μέχρι νῦν ἐν Συρακούσαις ἀσπίδα κειμένην πρὸς ἱερῷ δείκνυσθαι, Νικίου μὲν λεγομένην, χρυσοῦ δὲ καὶ πορφύρας εὖ πως πρὸς ἄλληλα μεμιγμένων δι' ὑφῆς συγκεκροτημένην
Le versioni del tuo libro senza doverle cercare?