La passione oratoria di Demostene

λέγουσι δ' αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἥμισυ τῆς κεφαλῆς ἐξυρημένον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆςκλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. προβαίνοντα δὴ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵν' ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶκατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵν', εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη· ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δ' ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο· καὶ ‹διὰ› παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ· διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις.

Si dice che quando lui era ancora giovane, si ritirava in una grotta e lì studiava, rasandosi metà del capo per non poter uscire, e anche che dormisse su di un letto stretto...(CONTINUA)

release check: 2020-07-13 22:45:45 - flow version _EXTP_H1