Magnanimità di Alessandro verso la madre e la moglie di Dario - Plutarco versione greco da Gymnasion 2

MAGNANIMITA' DI ALESSANDRO VERSO LA MADRE E LA MOGLIE DI DARIO VERSIONE DI GRECO di Plutarco TRADUZIONE dal libro Gymnasion 2

Τρεπομενω δε προς το δειπνον Αλεξανδρω φραζει τις εν τοις αιχμαλωτοις αγομενας μητερα και γυναικα Δαρειου και θυγατερας δυο παρθενους, ιδουσας το αρμα και το τοξον, κοπτεσθαι και θρηνειν ως τεθνηωτος εκεινου.

Συχνον ουν επισχων χρονον Αλεξανδρος και ταις εκεινων τυχαις μαλλον η ταις εαυτου εμπαθης γενομενος, πεμπει Λεοννατον απαγγειλαι κελευσας ως ουτε Δαρειος τεθνηκεν, ουτε Αλεξανδρον δεδιεναι χρη· αυτον γαρ Δαρειω υπερ της ηγεμονιας πολεμειν, εκειναις δε παντα υπαρξειν ων και Δαρειου βασιλευοντος ηξιουντο.

Του δε λογου ταις γυναιξιν ημερου και χρηστου φανεντος, ετι μαλλον τα των εργων απηντα φιλανθρωπο.

Θαψαι γαρ οσους εβουλοντο Περσων αυταις εασατο, εσθητι και κοσμω χρησαμεναις εκ των λαφυρων, θεραπειας τε και τιμης, ην ειχον, ουδ' οτιουν αφειλε, συνταξεις δε και μειζονος εκαρπουντο των προτερων.

release check: 2020-03-20 23:08:17 - flow version _RPTC_H2.4