Pirro, un grande generale

τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε.

λέγεται δὲ καὶ Ἀντίγονος ἐρωτηθείς, τίς ἄριστος τῶν στρατηγῶν, φάναι "Πύρρος, ἂν γηράσῃ", περὶ τῶν καθ' αὑτὸν οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφαινε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκιπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶ Σκιπίωνος γέγραπται.

καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δ' ἄλλας ὡς γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γὰρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον.

Sullo schieramento in battaglia e la sua abilità di strategia militare e sagacia è possibile ottenere una prova dagli scritti che ha lasciato su queste cose.

Si dice che anche Antigono interrogato, chi sia il migliore degli strateghi, dice Pirro, allorché fosse vecchio, da dichiarare il solo secondo lui su queste cose...(CONTINUA)

release check: 2020-07-13 22:45:45 - flow version _EXTP_H1