Precetti sull'educazione dei figli - Plutarco versione greco da Bios Ellados

PRECETTI SULL'EDUCAZIONE DEI FIGLI
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Bios Ellados

Κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσικαὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδ’ αἰκισμοῖς.

Δοκεῖ γάρ που ταῦτα τοῖς δούλοιςμᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν. Ἔπαινοι δὲ καὶ ψόγοι πάσης εἰσὶν αἰκίαςὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δ’ ἀπὸ τῶναἰσχρῶν ἀνείργοντες.

Δεῖ δ’ ἐναλλὰξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖςἐπαίνοις, κἀπειδάν ποτε θρασύνωνται, ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶπάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδίακλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν τὸν μαστὸν ὑπέχουσι.

Δεῖ δ’ αὐτοὺς μηδὲ τοῖςἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν· χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶθρύπτονται. .

release check: 2020-03-20 23:06:01 - flow version _RPTC_H2.4