Presagi funesti - Plutarco NEAI KREPIDES versione greco

PRESAGI FUNESTI
VERSIONE DI GRECO di Plutarco
Traduzione dal libro Neai Krepides

Qui trovi un'altra dallo stesso titolo ma diversa

Ἐν ἐκείνῃ δὲ τῇ νυκτὶ πάλιν φασὶν εἰς ὄψιν ἐλθεῖν τὸ φάσμα τῷ Βρούτῳ, καὶ τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν, οὐδὲν εἰπεῖν ἀλλ' οἴχεσθαι.

Πόπλιος δὲ Βολούμνιος, ἀνὴρ φιλόσοφος καὶ συνεστρατευμένος ἀπ' ἀρχῆς Βρούτῳ, τοῦτο μὲν οὐ λέγει τὸ σημεῖον, μελισσῶν δέ φησι τὸν πρῶτον ἀετὸν ἀνάπλεων γενέσθαι, καὶ τῶν ταξιάρχων τινὸς ἀπ' αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας καὶ ἀπομάττοντας μηδὲν περαίνειν, καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον, θεωμένων ἁπάντων, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον.

ὁ δ' Αἰθίοψ περιβόητος γέγονεν, ὁ τῆς πύλης ἀνοιχθείσης ἀπαντήσας τῷ φέροντι τὸν ἀετὸν καὶ κατακοπεὶς ταῖς μαχαίραις ὑπὸ τῶν στρατιωτῶν οἰωνισαμένων.

release check: 2020-03-20 23:06:57 - flow version _RPTC_H2.4