Prodigi che annunciano la morte di Cesare - Plutarco versione greco da Hellenikon Phronema

Στραβων δ' ο φιλοσοφος ιστορει πολλοις μεν ανθρωπους διαπυρους επιφερομενους φανηναι, στρατιωτου δ' ανδρος οικετην εκ της χειρος εκβαλειν πολλην φλογα και δοκειν καιεσθαι τοις ορωσιν, ως δ' επαυσατο, μηδεν εχειν κακον τον ανθρωπον αυτω δε Καισαρι θυοντι την καρδιαν αφανη γενεσθαι του ιερειου, και δεινον ειναι το τερας· ου γαρ αν φυσει γε συστηναι ζωον ακαρδιον.

Εστι δε και ταυτα πολλων ακουσαι διεξιοντων, ως τις αυτω μαντις ημερα Μαρτιου μηνος ην Ειδους Ρωμαιοι καλουσι προειποι μεγαν φυλαττεσθαι κινδυνον, ελθουσης δε της ημερας προιων ο Καισαρ εις την συγκλητον ασπασαμενος προσπαιξειε τω μαντει φαμενος· «Αι μεν δη Μαρτιαι Ειδοι παρεισιν», ο δ' ησυχη προς αυτον ειποι· «Ναι, παρεισιν, αλλ' ου παρεληλυθασι».

PRODIGI CHE ANNUNCIANO LA MORTE DI CESARE
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Hellenikon Phronema

Στράβων δ´ ὁ φιλόσοφος ἱστορεῖ πολλοῖς μὲν ἀνθρώπους διαπύρους ἐπιφερομένους φανῆναι, στρατιώτου δ´ ἀνδρὸς οἰκέτην ἐκ τῆς χειρὸς ἐκβαλεῖν πολλὴν φλόγα καὶ δοκεῖν καίεσθαι τοῖς ὁρῶσιν, ὡς δ´ ἐπαύσατο, μηδὲν ἔχειν κακὸν τὸν ἄνθρωπον· αὐτῷ δὲ Καίσαρι θύοντι τὴν καρδίαν ἀφανῆ γενέσθαι τοῦ ἱερείου, καὶ δεινὸν εἶναι τὸ τέρας· οὐ γὰρ ἂν φύσει γε συστῆναι ζῷον ἀκάρδιον. ἔστι δὲ καὶ ταῦτα πολλῶν ἀκοῦσαι διεξιόντων, ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι προείποι μέγαν φυλάττεσθαι κίνδυνον, ἐλθούσης δὲ τῆς ἡμέρας προϊὼν ὁ Καῖσαρ εἰς τὴν σύγκλητον ἀσπασάμενος προσπαίξειε τῷ μάντει φάμενος· „αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρεισιν“, ὁ δ´ ἡσυχῇ πρὸς αὐτὸν εἴποι· „ναί, πάρεισιν, ἀλλ´ οὐ παρεληλύθασι“.

release check: 2020-03-20 23:07:50 - flow version _RPTC_H2.4