Se un vecchio debba far politica 24

πρῶτον ὁ Λυκοῦργος ἐντείνας ἑαυτὸν εἴθισε τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν.

ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρ' ὅτι γ' ἀργεῖν ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας;

οὐκ ἂν εἴποις· ἀλλ' ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, ἀλλὰ καὶ τῶν νέων ἕκαστ' ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.

Per primo Licurgo rivolse il suo impegno, ovvero quello di abituare i giovani a ritenere ogni vecchio come un legislatore e a obbedirgli.

E poi a cosa guardava Lisandro quando affermò che a Sparta si invecchia meglio che altrove? Perchè forse là gli anziani possono più opportunamente lavorare la terra, praticare l'usura, giocare a dadi o bere quanto gli pare e piace?...(continua)

release check: 2020-07-13 22:45:09 - flow version _EXTP_H1