Silla impartisce a Crasso una lezione di coraggio - Plutarco versione greco da Sophia

SILLA IMPARTISCE A CRASSO UNA LEZIONE DI CORAGGIO
VERSIONE DI GRECO di Plutarco
TRADUZIONE dal libro Sophia

Ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν συνεργούς, καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος, ᾔτει φύλακας· ἡ γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους. Εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφοδρῶς πρὸς αὐτόν· « δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς, » οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως, δύναμίν τε συχνὴν ἤθροισε, καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν.

release check: 2020-07-13 22:36:13 - flow version _EXTP_H1