Solone e Pisistrato - Plutarco versione greco da i greci e noi e mondo greco

SOLONE E PISISTRATO VERSIONE DI GRECO di Plutarco TRADUZIONE dal libro
Mondo greco e dal libro i greci e noi

Ορων ο Σολων Πεισιστρατον προς την τυραννιδα παρορμωντα, το μεν πρωτον λογοις αυτον επεχειρησεν αποτρεπειν ταυτης της επιβολης· ου προσεχοντας δε αυτου, καιπερ ηδη παντελως γηραιος ων, προηλθεν εις την αγοραν μετα της πανοπλιας ως μαχουμενος· θαυμαζομενου δε του πληθους δια το παραδοξον, παρεκαλει τους πολιτας αναλαβειν τα οπλα και παραχρημα καταλυειν τον τυραννον ουδενος δε αυτω προσεχοντος, και παντων αυτου μανιαν καταγιγνωσκοντων, τινων δε παραγηραν αυτον αποφαινομενων, ο μεν Πεισιστρατος ηδη τινας δορυφορους συναγαγομενος προσηλθε τω Σολωνι και επυθετο τινι θαρρων την τυραννιδα καταλυειν αυτου βουλεται· του δε ειποντος οτι τω γηρα, θαυμασας την φρονησιν αυτου, ουδεν αυτον ηδικησεν.

release check: 2020-07-13 22:41:50 - flow version _EXTP_H1