Stratocle politico ciarlatano - versione greco Plutarco

STRATOCLE, POLITICO CIARLATANO
VERSIONE DI GRECO di Plutarco

Ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τῇ βωμολοχίᾳ καὶ βδελυρίᾳ τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν τὴν πρὸς τὸν δῆμον εὐχέρειαν.

ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς, καί ποτ' αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχήλους "παπαί" εἶπε "τοιαῦτά γ' ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι.

" τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν.

ὀλίγῳ δ' ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον "εἶτ'" ἔφη "τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε; " τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.

release check: 2020-07-13 22:39:10 - flow version _EXTP_H1