Vita di Silla 1

Λεύκιος δὲ Κορνήλιος Σύλλας γένει μὲν ἦν ἐκ πατρικίων, οὓς εὐπατρίδας ἄν τις εἴποι, τῶν δὲ προγόνων αὐτοῦ λέγουσι Ῥουφῖνον ὑπατεῦσαι, καὶ τούτῳ δὲ τῆς τιμῆς ἐπιφανεστέραν γενέσθαι τὴν ἀτιμίαν. εὑρέθη γὰρ ἀργυρίου κοίλου κεκτημένος ὑπὲρ δέκα λίτρας, τοῦ νόμου μὴ διδόντος· ἐπὶ τούτῳ δὲ τῆς βουλῆς ἐξέπεσεν. οἱ δὲ μετ’ ἐκεῖνον ἤδη ταπεινὰ πράττοντες διετέλεσαν, αὐτός τε Σύλλας ἐν οὐκ ἀφθόνοις ἐτράφη τοῖς πατρῴοις. γενόμενος δὲ μειράκιον ᾤκει παρ’ ἑτέροις ἐνοίκιον οὐ πολὺ τελῶν, ὡς ὕστερον ὠνειδίζετο παρ’ ἀξίαν εὐτυχεῖν δοκῶν. σεμνυνομένῳ μὲν γὰρ αὐτῷ καὶ μεγαληγοροῦντι μετὰ τὴν ἐν Λιβύῃ στρατείαν [2] λέγεταί τις εἰπεῖν τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν, “Καὶ πῶς ἂν εἴης σὺ χρηστός, ὃς τοῦ πατρός σοι μηδὲν καταλιπόντος τοσαῦτα κέκτησαι;

” καὶ γὰρ οὐκ ἔτι τῶν βίων ἐν ἤθεσιν ὀρθίοις καὶ καθαροῖς μενόντων, ἀλλ’ ἐγκεκλικότων καὶ παραδεδεγμένων τρυφῆς καὶ πολυτελείας ζῆλον, εἰς ἴσον ὅμως ὄνειδος ἐτίθεντο τοὺς ὑπάρχουσαν εὐπορίαν ἀπολέσαντας καὶ τοὺς πενίαν πατρῴαν μὴ διαφυλάξαντας. ὕστερον δὲ ἤδη κρατοῦντος αὐτοῦ καὶ πολλοὺς ἀποκτιννύντος, ἀπελευθερικὸς ἄνθρωπος, δοκῶν κρύπτειν ἕνα τῶν προγεγραμμένων καὶ κατακρημνίζεσθαι διὰ τοῦτο μέλλων, ὠνείδισε τὸν Σύλλαν ὅτι πολὺν χρόνον ἐν μιᾷ συνοικίᾳ διῃτῶντο, φέροντες ἐνοίκιον αὐτὸς μὲν τῶν ἄνω δισχιλίους νούμμους, ἐκεῖνος δὲ τῶν ὑποκάτω τρισχιλίους, ὥστε τῆς τύχης αὐτῶν τὸ μεταξὺ χιλίους εἶναι νούμμους, οἳ πεντήκοντα καὶ διακοσίας δραχμὰς ᾿Αττικὰς δύνανται. ταῦτα μὲν οὖν ἱστοροῦσι περὶ τῆς παλαιᾶς τοῦ Σύλλα τύχης.

Lucio Cornelio Silla apparteneva ad una famiglia patrizia, vale a dire nobile.

Si racconta che Rufino, uno dei suoi antenati, fu console, tuttavia divenne più celebre a causa di un'azione poco onorevole, piuttosto che a causa di questa carica importante: infatti venne colto mentre era in possesso di una quantità superiore a dieci libbre di vasellame d'argento, che era il massimo che la legge concedeva.

...(CONTINUA)

release check: 2020-07-13 22:45:45 - flow version _EXTP_H1