Vita di Silla 4

Ηνία μὲν οὖν ταῦτα τὸν Μάριον· ἔτι δὲ ἡγούμενος ἐλάττονα τοῦ φθονεῖσθαι τὸν Σύλλαν, ἐχρῆτο πρὸς τὰς στρατείας, τὸ μὲν δεύτερον ὑπατεύων πρεσβευτῇ, τὸ δὲ τρίτον χιλιάρχῳ, καὶ πολλὰ δι’ ἐκείνου τῶν χρησίμων κατωρθοῦτο. πρεσβεύων τε γὰρ ἡγεμόνα Τεκτοσάγων Κόπιλλον εἷλε, καὶ χιλιαρχῶν μέγα καὶ πολυάνθρωπον ἔθνος Μαρσοὺς ἔπεισε φίλους γενέσθαι καὶ συμμάχους Ῥωμαίων. ἐκ δὲ τούτων τὸν Μάριον αἰσθόμενος ἀχθόμενον αὐτῷ καὶ μηκέτι προϊέμενον ἡδέως πράξεων ἀφορμάς, ἀλλὰ ἐνιστάμενον τῇ αὐξήσει, Κάτλῳ, τῷ συνάρχοντι τοῦ Μαρίου, προσένειμεν ἑαυτόν, ἀνδρὶ χρηστῷ μέν, ἀμβλυτέρῳ δὲ πρὸς τοὺς ἀγῶνας. ὑφ’ οὗ τὰ πρῶτα καὶ μέγιστα πιστευόμενος εἰς δύναμιν ἅμα δόξῃ προῄει. καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς ῎Αλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν.

ἐφ’ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον. ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα δι’ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χρωμένοις.

Tutto questo, naturalmente, dava noia a Mario; tuttavia egli presupponeva che Silla non era degno della sua invidia.

Si servì di lui nelle sue campagne militari; durante il secondo consolato lo nominò suo luogotenente, durante il terzo  lo nominò tribuno.

Ottenne molti successi con il suo aiuto....(continua)

release check: 2020-08-25 00:10:30 - flow version _RPTC_G1.1