Vicende dei parti - Cassio Dione versione greco

Vicende dei parti
VERSIONE DI GRECO di Cassio Dione
TRADUZIONE dal libro gymnasion

Αυτη μεν η αρχη τοις Τωμαιοις του προς τους Παρθους πολεμου εγενετο· οικουσι δε υπερ του Τιγριδος το μεν πολυ τειχη και φρουρια, ηδη δε και πολεις, αλλας τε και Κτησιφωντα, εν η και βασιλεια εχουσι. Το γαρ γενος σφων ην μεν που και παρα τοις παλαι βαρβαροις, και το γε ονομα τουτο και υπο την Περσικην βασιλειαν ειχον αλλα τοτε μεν αυτοι τε εν μερει χωρας βραχει ωκουν και δυναστειαν υπεροριον ουκ εκεκτηντο. Επει δε η τε των Περσων αρχη κατελυθη και τα των Μακεδονων ηκμασεν, οι τε του Αλεξανδρου διαδοχοι στασιασαντες αλλοι αλλα απετεμνοντο και βασιλειας ιδιας κατεσκευασαντο, ες τε το μεσον τοτε πρωτον υπ' Αρσακου τινος αφικοντο, οθενπερ και οι επειτα βασιλευσαντες αυτων Αρσακιδαι επωνομασθησαν, και ευτυχησαντες την τε πλησιοχωρον εκτησαντο πασαν και την Μεσοποταμιαν σατραπειαις κατεσχον, τελευτωντες δε επι τοσουτον και της δοξης και της δυναμεως εχωρησαν, ωστε και τοις Ρωμαιοις τοτε τε αντιπολεμησαι και δευρο αει αντιπαλοι νομιζεσθαι. Εισι μεν γαρ και αλλως ισχυροι τα πολεμια, μειζον δ' ομως εχουσι ονομα, οτι μηδεπω δεδουλωνται, αλλα και νυν ετι τους πολεμους τους προς ημας, οσακις αν συνενεχθωσι, διαφερουσι. Περι μεν ουν του τε γενους και της χωρας της τε ιδιοτητος των επιτηδευματων αυτων πολλοις τε ειρηται και εγω ουκ εν γνωμη ποιουμαι συγγραψαιi

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-11-06 02:26:40 - flow version _RPTC_G1.1