La natura degli animali 12.44 - Eliano

ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς θυμὸν ἐξάπτεται, καὶ δοῦλος εἶναι καὶ δεσμώτης οὐχ ὑπομένει. ἀλλ᾽ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτόν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραΰνειν πειρῶνται, παρατιθέντες ὅσα πληροῖ τὴν γαστέρα καὶ θέλγει τὸν θυμόν. ὃ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. τί οὖν ἐκεῖνοι κατασοφίζονται; μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν αὐτοὺς ὀργάνῳ τινὶ καὶ τούτῳ συνήθει· καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον. ὃ δὲ ὑπέχει τὰ ὦτα καὶ θέλγεται, καὶ ἡ μὲν ὀργὴ πραΰνεται, ὁ δὲ θυμὸς ὑποστέλλεταί τε καὶ στόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ. εἶτα ἀφεῖται μὲν τῶν δεσμῶν, μένει δὲ τῇ μούσῃ δεδεμένος, καὶ δειπνεῖ προθύμως ἁβρὸς δαιτυμὼν· πόθῳ γὰρ τοῦ μέλους οὐκ ἂν ἔτι ἀποσταίη.

La musica e l'elefante in India

In India se un elefante viene dichiarato giunto alla fine (ἡμερόω) è difficile renderlo domestico poiché desidera la libertà per la morte/di morire....

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-11-06 01:53:18 - flow version _RPTC_G1.1