Nefandezze di Dionisio il Giovane - Eliano

'Αλλά Διονύσιος πρώτον μὲν ἀπέκτεινε τοὺς ἀδελφούς, εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνής.

οὐδεὶς δὲ τῶν ἀπ᾿ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν· οἱ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἱ δὲ κατατμηθέντες εἰς τὸ πέλαγος ἐξερρίφησαν. τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου ῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυρίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός.

Λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν · ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον.

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-11-06 01:53:00 - flow version _RPTC_G1.1