Sulla Natura degli Animali 5.29

Οἱ δὲ χῆνες διαμείβοντες τὸν Ταῦρον τὸ ὄρος δεδοίκασι τοὺς ἀετούς, καὶ ἕκαστός γε αὐτῶν λίθον ἐνδακόντες, ἵνα μὴ κλάζωσιν, ὥσπερ οὖν ἐμβαλόντες σφίσι στόμιον, διαπέτονται σιωπῶντες, καὶ τοὺς ἀετοὺς τὰ πολλὰ ταύτῃ διαλανθάνουσι. θερμότατος δὲ ἄρα ὢν καὶ διαπυρώτατος τὴν φύσιν ὁ χὴν φιλόλουτρός ἐστι καὶ νήξεσι χαίρει καὶ τροφαῖς μάλιστα ταῖς ὑγροτάταις καὶ πόαις καὶ θριδακίναις καὶ τοῖς λοιποῖς, ὅσα αὐτοῖς ἔνδοθεν ψῦχος ἐργάζεται· εἰ δὲ καὶ ἐξαυαίνοιτο ὑπὸ τοῦ λιμοῦ, δάφνης φύλλον οὐκ ἂν φάγοι, οὐδ᾽ ἂν πάσαιτο ῥοδοδάφνης οὔτε ἑκὼν οὔτε ἄκων· οἶδε γὰρ ὅτι τεθνήξεται τούτων τινὸς ἐμφαγών.

ἄνθρωποι δὲ ὑπ᾽ ἀσωτίας ἐπιβουλεύονται καὶ ἐς τροφὴν καὶ ἐς ποτόν. μυρίοι γοῦν καὶ πίνοντές τι κακὸν κατέπιον, ὡς Ἀλέξανδρος, καὶ ἐσθίοντες, ὡς Κλαύδιος ὁ Ῥωμαῖος καὶ Βρεττανικὸς ὁ τούτου παῖς·

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-11-06 01:53:18 - flow version _RPTC_G1.1