Un giovane pieno di senno e umanità

Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέστην ὄνομα, ἰδεῖν κάλλιστον. ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει καὶ ἔλεγεν· «ὦ ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προὐξένησας.» ὁ μὲν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον· ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν, ἀλλ᾿ ἔφη πρὸς τὸν Πτολεμαῖον· «ὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, ‹σωτῆρες ἔνθα κἀγαθοὶ παραστάται›», τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. ὁ δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατ᾿ αὐτὸν ἔρωτος.

da Eliano, Storia Varia libro 1

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-11-06 01:53:17 - flow version _RPTC_G1.1