La rondine e gli altri uccelli - Libro Atena versione greco Esopo
La rondine e gli uccelli
versione greco Esopo
traduzione libro Atena (esercizio 24 pagina 22)
Clicca qui se ti serve lo stesso titolo dal libro i greci e noi diversa
Επι τῶν δρυῶν ὸ ιξὸς φυεται καὶ ἡ χελιδὼν αισθάνεται τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον• τοιγὰρ, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν τὰς ἰξοφόρους δρῦς ἐκκόψαι, εἰ δ' ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, τοὺς ἀνθρώπους ζητῆσαι καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν τὰ ὄρνεα.
Τῶν δὲ ὸρνὲῶν γελασάντων τὴν χελιδὸνα ὡς ματαιολογοῦσαν αὕτη μὸνη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδειξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτοῖς τὴν χελιδὸνα προσελάμβάνοντο. Οὕτω τὰ μὲν λοιπὰ ὄρνεα ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατησθίοντο, μόνην δὲ ὴ χελιδὼν ὡς πρόσφυξ καὶ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἀδεῶς ἐνεοττοποιεῖτο. ὁ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.
Le versioni del tuo libro senza doverle cercare?