L'asino che si fingeva zoppo e il lupo - Esopo versione greco
Ὁνος ἔν τινι λειμῶνι νεμόμενος ὡς ἐθεάσατο λύκον ἐπ' αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο.
Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυθομένου, δι' ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτὸν πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ' οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τὴν ὁπλὴν ἔχοντος ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα. Τί γὰρ τοῦ πατρός με μάγειρον διδάξαντος αὐτὸς ἰατρικὴν τέχνην ὑπελαβόμην;
Le versioni del tuo libro senza doverle cercare?