Le lepri e le rane - Esopo versione greco
Versione dal libro nulla di troppo
Οί λαγῳ ποτε συνήρξοντο και τόν βίον εαυτῶν άπεκλαίοντο• σφόδρα γάρ κατεγιγνωσκον τήν δειλίαν έαυτῶν' καί• " Αβίωτος έστιν ημῶν ό βίος και δειλίας πλεως" εφασαν "ημείς γαρ ύπ' ανθρώπων και αετῶν και ἃλλων παντοδαπῶν ζῴων άναλισκόμεθα. Πρέπει οὗν ήμῖν άποθνησκειν ἃπαξ και ούκέτι τρέμειν διʹ ὂλου τοῦ βίου". Οί αυτοί οὗν έπι κρημνόν παρεγίγνοντο• τῷ αύτῷ κρημνῳ ύπέκειτο λίμνη και έν τῇ λίμνῃ τόν βίον ἢσυχοι διῆγον βάτραχοι. Οί λαγῳ οὗν εις τήν λίμνην καταπίπτειν έβούλοντο• ὂτε οί έπι ταῖς ὂχθαις τῆς λίμνης βάτραχοι ἢκουον τῆς ποδοψοφίας αυτῶν, εαυτούς εις τά βάθη τῆς λίμνης έδίδοσαν έκ τοῦ φόβου• λαγώς οὗν, σοφός και εμπειρίας πλέως δι* ήλικίαν, πρός τούς έτερους έφη• Ίστασθε, ὧφίλοι• ουκέτ' άναγκαῖόν έστιν ημᾶς άποθνησκειν• ού γάρ μόνοι τῶν ζῳων ἃτολμοι έσμεν έπεί έοτι και άλλα ξιοα δειλότερα ημών". Οὒτω και τοις άνθρώποις αί τῶν άλλων συμφοραί τῶν ιδίων λυπῶν παραμυθίαι γίγνονται
favola originale di Esopo
(testo greco diverso da quella di nulla di troppo)
Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως·καὶ γὰρ καὶ ὑπ’ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· “Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ ἐστὶ ζῷα δειλότερα. Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται
Qui puoi trovare Le lepri e le rane dal libro Greco lingua e civiltà
Il link sottostante contiene entrambe le traduzioni
Le versioni del tuo libro senza doverle cercare?