il chiacchierone - Teofrasto versione greco anthropoi

IL CHIACCHIERONE
VERSIONE DI GRECO di Teofrasto
Traduzione dal libro anthropoi
Versione numero 1

Ἡ δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων, ὁ δὲ ἀδολέσχης τοιοῦτός ἐστιν, οἷος, ὃν μὴ γινώσκει, τούτωι παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον· εἶτα ὁ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθ' ὧν εἶχεν ἐπὶ τῶι δείπνωι, τὰ καθ' ἕκαστα διεξελθεῖν. εἶτα δὴ προχωροῦντος τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων, καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῆι ἀγορᾶι, καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι, καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλόϊμον εἶναι, καὶ εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῆι γῆι βελτίω ἔσεσθαι, καὶ ὁ ἀγρὸν εἰς νέωτα γεωργήσει, καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾶιδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ Χθὲς ἤμεσα, καὶ Τίς ἐστιν ἡμέρα τήμερον;

καὶ ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ τἀπατούρια, Ποσιδεῶνος δὲ ‹τὰ› κατ' ἀγροὺς Διονύσια, κἂν ὑπομένηι τις αὐτόν, μὴ ἀφίστασθαι.

Versione numero 2

Η αδολεσχια εστι μεν διηγησις λογων μακρων και απτοβουλευτων· ο δε αδολεσχης τοιουτο ς εστιν οιος, ον μη γιγνωσκει, τουτω παρακαθεζομενοσ πλησιον, πρωτον μεν τησ αυτου γυναικος λεγειν εγκωμιον· ειτα, ο της νυκτοσ ειδεν ενυπνιον, τουτο διηγεισθαι· ειθ' ων ειχεν επι τω δειπνω τα χαθ'εκαστα διεξερχεσθαι· ειτα δη λεγειν ως πολυ πονηροτεροι εισιν οι νυν ανθροποι των αρχαιων, και ως πολλοι επιδημουσι ξεϜοι και την θαλατταϜ εκ Διονυσιων πλοιμον ειναι· καϜ υπομενη τισ αυτον, μη αφιστασθαι

release check: 2020-03-21 08:39:49 - flow version _RPTC_H2.4