Isocrate esorta gli ateniesi alla pace - versione greco Anthropoi

ISOCRATE ESORTA GLI ATENIESI ALLA PACE
VERSIONE DI GRECO
TRADUZIONE dal libro Anthropoi - pagina 285 numero 312

ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλινἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροιγιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶπαρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν;

ἐγὼ μὲν γὰρ ἡγοῦμαιτούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους πεποίηκε, καὶ πολλοὺςκινδύνους ὑπομένειν ἠνάγκασε, καὶ πρὸς τοὺς Ἕλληναςδιαβέβληκε, καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.

ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα καὶ τοιούτους ἡμᾶςαὐτοὺς παράσχωμεν οἵους αἱ κοιναὶ συνθῆκαι προστάττουσι, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, εἰςἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθ’ ἑκάστην δὲ τὴνἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, ἀναπεπαυμένοι μὲντῶν εἰσφορῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν ἄλλων τῶνπερὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντεςκαὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαιςἐπιχειροῦντες

release check: 2020-03-21 08:39:36 - flow version _RPTC_H2.4