Erode sparisce - Antifonte versione greco libro Kleides

Erode sparisce
versione greco Antifonte libro Kleides Pag 218 n° 181

Ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτ' ἦν.

Τούτων δ' ὑμῖν μάρτυρας παρέξομαι. Μάρτυρες   Ἐπειδὴ δὲ μετεξέβημεν εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. Καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. Τῇ δ' ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπ' ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως.

Καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο· καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατ' ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς.

Ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτ' ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλα ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-11-12 13:05:40