La saggezza è conoscere se stessi - Platone versione greco kleides

La saggezza è conoscere se stessi
versione di greco di Platone traduzione dal libro kleides

Testo per ricerca facilitata: και ουκ αν αισχυνθειην μη ουχι ορθως φαναι ειρηκεναι, μαλλον η ποτε συγχωρησαμ' αν αγνοουντα αυτον εαυτον ανθρωπον σωφρονειν.

Σκεδον γαρ τι εγωγε αυτο τουτο φημι ειναι σωφροσυνην, το γιγνωσκειν εαυτον, και συμφερομαι τω εν Δελφοις αναθεντι το τοιουτον γραμμα. Και γαρ τουτο ουτω μοι δοκει το γραμμα ανακεισθαι, ως δη προσρησις ουσα του θεου των εισιοντων αντι του Χαιρε, ως τουτου μεν ουκ ορθου οντος του προσρηματος, του καιρειν, ουδε δειν τουτο παρακελευεσθαι αλληλοις αλλα σωφρονειν.

ουτω μεν δη ο θεος προσαγορευει τους εισιοντας εις το ιερον διαφερον τι η οι ανθρωποι, ως διανοουμενος ανεθηκεν ο αναθεις, ως μοι δοκει; και λεγει προς τον αει εισιοντα ουκ αλλο τι η Σωφρονει, φησιν.

Testo originale

καὶ οὐκ ἂν αἰσχυνθείην μὴ οὐχὶ ὀρθῶς φάναι εἰρηκέναι, μᾶλλον ἤ ποτε συγχωρήσαιμ' ἂν ἀγνοοῦντα αὐτὸν ἑαυτὸν ἄνθρωπον σωφρονεῖν. σχεδὸν γάρ τι ἔγωγε αὐτὸ τοῦτό φημι εἶναι σωφροσύνην, τὸ γιγνώσκειν ἑαυτόν, καὶ συμφέρομαι τῷ ἐν Δελφοῖς ἀναθέντι τὸ τοιοῦτον γράμμα. καὶ γὰρ τοῦτο οὕτω μοι δοκεῖ τὸ γράμμα ἀνακεῖσθαι, ὡς δὴ πρόσρησις οὖσα τοῦ θεοῦ τῶν εἰσιόντων ἀντὶ τοῦ Χαῖρε, ὡς τούτου μὲν οὐκ ὀρθοῦ ὄντος τοῦ προσρήματος, τοῦ χαίρειν, οὐδὲ δεῖν τοῦτο παρακελεύεσθαι ἀλλήλοις ἀλλὰ σωφρονεῖν. οὕτω μὲν δὴ ὁ θεὸς προσαγορεύει τοὺς εἰσιόντας εἰς τὸ ἱερὸν διαφέρον τι ἢ οἱ ἄνθρωποι, ὡς διανοούμενος ἀνέθηκεν ὁ ἀναθείς, ὥς μοι δοκεῖ· καὶ λέγει πρὸς τὸν ἀεὶ εἰσιόντα οὐκ ἄλλο τι ἢ Σωφρόνει, φησίν.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-11-12 13:05:40