Morte di Pausania - Diodoro siculo versione greco Kleides

Morte di Pausania
VERSIONE DI GRECO di Diodoro Siculo
TRADUZIONE dal libro Kleides
Testo greco per ricerca facilitata

Οι δ'εφοροι και οι μετ'αυτων ακριβως μαθοντες τεληθες τοτε μεν ησυχιαν εσχον, υστερον δε των Λακεδαιμονιων τοις εφοροις συλλαμβανοντων, προαισθομενος εφθασε και κατεφυγεν εις ιερον το της Αθηνας της Χαλκιοικου.

Απορουμενων δε των Λακεδαιμονιων εἰ τιμωρησονται τον ικετην, λεγεται την μητερα του Παυσανιου καταντησασαν εις το ιερον αλλο μεν μηδεν μητ'ειπειν μητε πραξαι πλινθον δε βαστασασαν αναθειναι κατα την εις το εις το ιερον εισοδον, και τουτο πραξασαν επανελθειν εις την ιδιαν οικιαν.

Τους δε Λακεδαιμονιους τῇ της μητρος κρισει συνακολουθησαντας ενοικοδομησαι την εισοδον, και τουτῳ τῷ τροπῳ συναναγκασαι τον Παυσανιαν λιμῷ καταστρεψαι τον βιον. Το μεν οὖν σῶμα του τελευτησαντος συνεχωρηθη τοις προσηκουσι καταχῶσαι, το δε δαιμονιον της τῶν ικετῶν σωτηριας καταλυθεισης επεσημηνε· τῶν γαρ Λακεδαιμονιων περι τινων αλλων εν Δελφοις χρηστηριαζομενων, ο θεος εδωκε χρησμον κελευων αποκαταστησαι τῇ θεῷ τον ικετην.

Διοπερ οι Σπαρτιαται την μανττειαν αδυνατον νομιζοντες εἶναι, ηπορουν εφ'ικανον χρονον, ου δυναμενοι ποιῆσαι το προσταττομενον υπο του θεου· ομως δ'εκ τῶν ενδεχομενων βουλευσαμενοι κατεσκευασαν ειηονας δυο του Παυσανιου χαλκας, και ανεθηκαν εις το ιερον της Αθηνας.

Testo greco originale

οἱ δ´ ἔφοροι καὶ οἱ μετ´ αὐτῶν ἀκριβῶς μαθόντες τἀληθὲς τότε μὲν ἡσυχίαν ἔσχον, ὕστερον δὲ τῶν Λακεδαιμονίων τοῖς ἐφόροις συλλαμβανόντων, προαισθόμενος ἔφθασε καὶ κατέφυγεν εἰς ἱερὸν τὸ τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου. ἀπορουμένων δὲ τῶν Λακεδαιμονίων εἰ τιμωρήσονται τὸν ἱκέτην, λέγεται τὴν μητέρα τοῦ Παυσανίου καταντήσασαν εἰς τὸ ἱερὸν ἄλλο μὲν μηδὲν μήτ´ εἰπεῖν μήτε πρᾶξαι {τι}, πλίνθον δὲ βαστάσασαν ἀναθεῖναι κατὰ τὴν εἰς τὸ ἱερὸν εἴσοδον, καὶ τοῦτο πράξασαν ἐπανελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. τοὺς δὲ Λακεδαιμονίους τῇ τῆς μητρὸς κρίσει συνακολουθήσαντας ἐνοικοδομῆσαι τὴν εἴσοδον, καὶ τούτῳ τῷ τρόπῳ συναναγκάσαι τὸν Παυσανίαν λιμῷ καταστρέψαι τὸν βίον. τὸ μὲν οὖν σῶμα τοῦ τελευτήσαντος συνεχωρήθη τοῖς προσήκουσι καταχῶσαι, τὸ δὲ δαιμόνιον τῆς τῶν ἱκετῶν σωτηρίας καταλυθείσης ἐπεσήμηνε· τῶν γὰρ Λακεδαιμονίων περί τινων ἄλλων ἐν Δελφοῖς χρηστηριαζομένων, ὁ θεὸς ἔδωκε χρησμὸν κελεύων ἀποκαταστῆσαι τῇ θεῷ τὸν ἱκέτην. διόπερ οἱ Σπαρτιᾶται τὴν μαντείαν ἀδύνατον νομίζοντες εἶναι, ἠπόρουν ἐφ´ ἱκανὸν χρόνον, οὐ δυνάμενοι ποιῆσαι τὸ προσταττόμενον ὑπὸ τοῦ θεοῦ· ὅμως δ´ ἐκ τῶν ἐνδεχομένων βουλευσάμενοι κατεσκεύασαν εἰκόνας δύο τοῦ Παυσανίου χαλκᾶς, καὶ ἀνέθηκαν εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-11-12 13:05:40