Storia di un amore filiale- Versione greco di Licurgo da Gymnasion

storia di amore filiale
Versione greco Licurgo traduzione libro gymnasion

Λεγεται εν Σικελια εκ της Αιτνης ρυακα πυρος γενεσθαι· τουτον δε ερρυηκεναι λεγουσιν επι την αλλην χωραν, και δη και προς πολιν τινα των εκει κατοικουμενων.

Τους μεν ουν αλλους ορμησαι προς φυγην, την αυτων σωτηριαν ζητουντας, ενα δε τινα των νεωτερων, ορωντα τον πατερα πρεσβυτερον οντα και ουχι δυνατον οντα αποχωρειν, αλλα εγκαταλαμβανομενον, αραμενον επ' ωμων φερειν.

Φορτιου δ' οιμαι προσγενομενου, και αυτος εγκατεληφθη. Οθεν δη και αξιον θεωρησαι το θειον, οτι τοις ανδρασι τοις αγαθοις ευμενως εχει.

Λεγεται γαρ κυκλω τον τοπον εκεινον περιρρευσαι το πυρ και σωθηναι τουτους μονους, αφ' ων και το χωριον ετι και νυν προσαγορευεσθαι των ευσεβων χωρον τους δε ταχειαν την αποχωρησιν πεποιηκοτας, και τους εαυτων γονεας εγκαταλελοιποτας, απαντας διαφθαρηναι.

release check: 2020-06-29 21:32:42 - flow version _RPTC_G1.1