Dedica agli imperatori - Polieno versione greco

Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ῥωμαίων ἀνδρείας, μεθ᾽ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδὼν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι.

ἀλλ᾽, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολλὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖ

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-09-17 00:28:36 - flow version _RPTC_G1.1